TLG 0044 001 :: ANTIOCHI REGIS EPISTULAE :: Epistulae

ANTIOCHI REGIS EPISTULAE Epist.
(Incertum)

Epistulae

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 108–109.

Citation: Epistle — (line)

1

Βασιλεὺς Ἀντίοχος Πτολεμαίῳ χαίρειν. Τῶν Ἰουδαίων καὶ παραυτίκα μέν, ἡνίκα τῆς χώρας ἐπέβημεν αὐτῶν, ἐπιδειξαμένων τὸ πρὸς ἡμᾶς φιλότιμον, καὶ παραγενομένους δ’ εἰς τὴν πόλιν
5λαμπρῶς ἐκδεξαμένων καὶ μετὰ μὲν τῆς γερουσίας ἀπαντησάντων, ἄφθονον δὲ τὴν χορηγίαν τοῖς στρα‐ τιώταις καὶ τοῖς ἐλέφασι παρεσχημένων, συνεξελόν‐ των δὲ καὶ τοὺς ἐν τῇ ἄκρᾳ φρουροὺς τῶν Αἰγυπτίων, ἠξιώσαμεν καὶ ἡμεῖς τούτων αὐτοὺς ἀμείψασθαι καὶ τὴν
10πόλιν αὐτῶν ἀναλαβεῖν κατεφθαρμένην ὑπὸ τῶν περὶ τοὺς πολέμους συμπεσόντων, καὶ συνοικίσαι τῶν διεσπαρμένων εἰς αὐτὴν πάλιν συνελθόντων. πρῶτον δ’ αὐτοῖς ἐκρίναμεν διὰ τὴν εὐσέβειαν παρασχεῖν τὴν εἰς τὰς θυσίας σύνταξιν, κτηνῶν τε θυσίμων καὶ οἴνου
15καὶ ἐλαίου καὶ λιβάνου, ἀργυρίου τιμὴν μυριάδας δύο, καὶ σεμιδάλεως ἀρτάβας ἱερὰς ἓξ κατὰ τὸν ἐπιχώ‐ ριον νόμον, καὶ πυρῶν μεδίμνους χιλίους τετρακοσίους καὶ ἑξήκοντα, καὶ ἁλῶν μεδίμνους τριακοσίους ἑβδο‐ μήκοντα πέντε. τελεῖσθαι δ’ αὐτοῖς ταῦτα βούλομαι
20καθὼς ἐπέσταλκα, καὶ τὸ περὶ τὸ ἱερὸν ἀπαρτισθῆναι ἔργον, τάς τε στοὰς καὶ εἴ τι ἕτερον οἰκοδομῆσαι δέοι. ἡ δὲ τῶν ξύλων ὕλη κατακομιζέσθω ἐξ αὐτῆς τε τῆς Ἰουδαίας καὶ ἐκ τῶν ἄλλων ἐθνῶν καὶ ἐκ τοῦ Λι‐ βάνου μηδενὸς εἰσπρασσομένου τέλους· ὁμοίως δὲ καὶ ἐν
25τοῖς ἄλλοις ἐν οἷς ἂν ἐπιφανεστέραν γίνεσθαι τὴν τοῦ ἱεροῦ ἐπισκευὴν δέῃ. πολιτευέσθωσαν δὲ πάντες οἱ ἐκ τοῦ ἔθνους κατὰ τοὺς πατρῴους νόμους, ἀπολυέσθω δὲ ἡ γερουσία καὶ οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς τοῦ ἱεροῦ καὶ οἱ ἱεροψάλται ὧν ὑπὲρ τῆς κεφαλῆς τελοῦσι καὶ
30τοῦ στεφανίτου φόρου καὶ τοῦ ὑπὲρ τῶν ἄλλων. ἵνα δὲ θᾶττον ἡ πόλις κατοικισθῇ, δίδωμι τοῖς τε νῦν κα‐ τοικοῦσι καὶ κατελευσομένοις ἕως τοῦ Ὑπερβερεταίου μηνὸς ἀτελέσιν εἶναι μέχρι τριῶν ἐτῶν. ἀπολύομεν δὲ καὶ εἰς τὸ λοιπὸν αὐτοὺς τοῦ τρίτου μέρους τῶν
35φόρων, ὥστε αὐτῶν ἐπανορθωθῆναι τὴν βλάβην. καὶ ὅσοι ἐκ τῆς πόλεως ἁρπαγέντες δουλεύουσιν, αὐτούς τε τούτους καὶ τοὺς ὑπ’ αὐτῶν γεννηθέντας ἐλευθέρους ἀφίεμεν, καὶ τὰς οὐσίας αὐτοῖς ἀποδίδοσθαι κελεύομεν.

2

Βασιλεὺς Ἀντίοχος Ζεύξιδι τῷ πατρὶ χαί‐ ρειν. Εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι, ὑγιαίνω δὲ καὶ αὐτός. πυνθανόμενος τοὺς ἐν Λυδίᾳ καὶ Φρυγίᾳ νεωτερίζοντας, μεγάλης ἐπιστροφῆς ἡγησάμην τοῦτό
5μοι δεῖσθαι. καὶ βουλευσαμένῳ μοι μετὰ τῶν φίλων
τί δεῖ ποιεῖν, ἔδοξεν εἰς τὰ φρούρια καὶ τοὺς ἀναγκαιο‐ τάτους τόπους τῶν ἀπὸ τῆς Μεσοποταμίας καὶ Βαβυ‐ λωνίας Ἰουδαίων οἴκους δισχιλίους σὺν ἐπισκευῇ με‐ ταγαγεῖν· πέπεισμαι γὰρ εὔνους αὐτοὺς ἔσεσθαι τῶν108
10ἡμετέρων φύλακας διὰ τὴν πρὸς τὸν θεὸν αὐτῶν εὐσέβειαν, καὶ μαρτυρουμένους δ’ αὐτοὺς ὑπὸ τῶν προγόνων πίστιν οἶδα καὶ προθυμίαν εἰς ἃ παρακαλοῦνται. βού‐ λομαι τοίνυν, καίπερ ἐργώδους ὄντος, τούτους μεταγα‐ γεῖν, ὑποσχόμενος νόμοις αὐτοὺς χρήσεσθαι τοῖς ἰδίοις.
15ὅταν δ’ αὐτοὺς ἀγάγῃς εἰς τοὺς προειρημένους τόπους, εἴς τε οἰκοδομὰς οἰκιῶν δώσεις αὐτοῖς τόπον ἑκάστῳ καὶ χώραν εἰς γεωργίαν καὶ φυτείαν ἀμπέλων, καὶ ἀτελεῖς τῶν ἐκ τῆς γῆς καρπῶν ἀνήσεις ἐπ’ ἔτη δέκα. μετρείσθωσαν δὲ καὶ ἄχρις ἂν τοὺς παρὰ τῆς γῆς
20ἄρτους λαμβάνωσι, σῖτον εἰς τὰς τῶν θεραπόντων διατροφάς· διδόσθω δὲ καὶ τοῖς εἰς τὰς χρείας ὑπη‐ ρετοῦσι τὸ αὔταρκες, ἵνα τῆς παρ’ ἡμῶν τυγχάνοντες φιλανθρωπίας προθυμοτέρους παρέχωσιν αὑτοὺς περὶ τὰ ἡμέτερα. πρόνοιαν δὲ ποιοῦ καὶ τοῦ ἔθνους κατὰ
25τὸ δυνατόν, ὅπως ὑπὸ μηδενὸς ἐνοχλῆται.109